Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.381 | Joseph. BJ 2.387 (English) | >>Joseph. BJ 2.393 |
2.385ἥτις ἐκτεινομένη μέχρις Αἰθιόπων καὶ τῆς εὐδαίμονος Ἀραβίας ὅρμος τε οὖσα τῆς Ἰνδικῆς , πεντήκοντα πρὸς ταῖς ἑπτακοσίαις ἔχουσα μυριάδας ἀνθρώπων δίχα τῶν Ἀλεξάνδρειαν κατοικούντων , ὡς ἔνεστιν ἐκ τῆς καθʼ ἑκάστην κεφαλὴν εἰσφορᾶς τεκμήρασθαι , τὴν Ῥωμαίων ἡγεμονίαν οὐκ ἀδοξεῖ , καίτοι πηλίκον ἀποστάσεως κέντρον ἔχουσα τὴν Ἀλεξάνδρειαν πλήθους τε ἀνδρῶν ἕνεκα καὶ πλούτου πρὸς δὲ μεγέθους ·
2.386μῆκος μέν γε αὐτῆς τριάκοντα σταδίων , εὖρος δʼ οὐκ ἔλαττον δέκα , τοῦ δὲ ἐνιαυσιαίου παρʼ ὑμῶν φόρου καθʼ ἕνα μῆνα πλέον Ῥωμαίοις παρέχει καὶ τῶν χρημάτων ἔξωθεν τῇ Ῥώμῃ σῖτον μηνῶν τεσσάρων · τετείχισται δὲ πάντοθεν ἢ δυσβάτοις ἐρημίαις ἢ θαλάσσαις ἀλιμένοις ἢ ποταμοῖς ἢ ἕλεσιν .
2.387ἀλλʼ οὐδὲν τούτων ἰσχυρότερον εὑρέθη τῆς Ῥωμαίων τύχης , δύο δʼ ἐγκαθήμενα τῇ πόλει τάγματα τὴν βαθεῖαν Αἴγυπτον ἅμα τῇ Μακεδόνων εὐγενείᾳ χαλινοῖ .
2.388τίνας οὖν ἐπὶ τὸν πόλεμον ἐκ τῆς ἀοικήτου παραλήψεσθε συμμάχους ; οἱ μὲν γὰρ ἐπὶ τῆς οἰκουμένης πάντες εἰσὶν Ῥωμαῖοι , εἰ μή τις ὑπὲρ Εὐφράτην ἐκτείνει τὰς ἐλπίδας καὶ τοὺς ἐκ τῆς Ἀδιαβηνῆς ὁμοφύλους οἴεται προσαμυνεῖν ,
2.389οἱ δʼ οὔτε διʼ αἰτίαν ἄλογον τηλικούτῳ πολέμῳ συνεμπλέξουσιν
-- --
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.381 | Joseph. BJ 2.387 (English) | >>Joseph. BJ 2.393 |